Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.65.4 | Hdt. 1.66.3 (English) | >>Hdt. 1.67.4 |
1.66.1
οὕτω μὲν μεταβαλόντες εὐνομήθησαν , τῷ δὲ Λυκούργῳ τελευτήσαντι ἱρὸν εἱσάμενοι σέβονται μεγάλως . οἷα δὲ ἔν τε χώρῃ ἀγαθῇ καὶ πλήθεϊ οὐκ ὀλίγων ἀνδρῶν , ἀνά τε ἔδραμον αὐτίκα καὶ εὐθηνήθησαν , καὶ δή σφι οὐκέτι ἀπέχρα ἡσυχίην ἄγειν , ἀλλὰ καταφρονήσαντες Ἀρκάδων κρέσσονες εἶναι ἐχρηστηριάζοντο ἐν Δελφοῖσι ἐπὶ πάσῃ τῇ Ἀρκάδων χώρῃ .
1.66.2 ἡ δὲ Πυθίη σφι χρᾷ τάδε . ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Λακεδαιμόνιοι , Ἀρκάδων μὲν τῶν ἄλλων ἀπείχοντο , οἱ δὲ πέδας φερόμενοι ἐπὶ Τεγεήτας ἐστρατεύοντο , χρησμῷ κιβδήλῳ πίσυνοι , ὡς δὴ ἐξανδραποδιούμενοι τοὺς Τεγεήτας .
1.66.4 ἑσσωθέντες δὲ τῇ συμβολῇ , ὅσοι αὐτῶν ἐζωγρήθησαν , πέδας τε ἔχοντες τὰς ἐφέροντο αὐτοὶ καὶ σχοίνῳ διαμετρησάμενοι τὸ πεδίον τὸ Τεγεητέων ἐργάζοντο . αἱ δὲ πέδαι αὗται ἐν τῇσι ἐδεδέατο ἔτι καὶ ἐς ἐμὲ ἦσαν σόαι ἐν Τεγέῃ περὶ τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης κρεμάμεναι .
1.66.3Ἀρκαδίην μʼ αἰτεῖς ·μέγα μʼ αἰτεῖς ·οὐ τοι δώσω .
πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν ,
οἵ σʼ ἀποκωλύσουσιν .ἐγὼ δὲ τοι οὔτι μεγαίρω ·
δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι
καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι .
ch. 67
1.67.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.65.4 | Hdt. 1.66.3 (English) | >>Hdt. 1.67.4 |